Κατά Μάρκον Ευαγγέλιον

Κατά Μάρκον Ευαγγέλιον: Κεφάλαιον Δέκατον Τέταρτον 14,1 -14,72 (Αρχαίο-Νεοελληνικά) (Βιντεο)

Κοινοποίησε την Ανάρτηση μας αν σας φάνηκε ενδιαφέρον
Χρόνος Ανάγνωσης 15 Λεπτά
Listen to this article
0
(0)

 Κατά Μάρκον Ευαγγέλιον

Κεφάλαιον Δέκατον Τέταρτον 14,1 -14,72

Αρχαίο -Νεοελλινικά

 

Απόφαση θανάτωσης του Ιησού

(Μτ 26,1-5. Λκ 22,1-2. Ιω 11,45-53)

 

Μαρκ. 14.1 ῏Ην δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. 

Μαρκ. 14.2 ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.

 

 

Η χρίση του Ιησού με μύρο

(Μτ 26,6-13. Ιω 12,1-8)

 

Μαρκ. 14.3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς 

Μαρκ. 14.4  ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 

Μαρκ. 14.5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. 

Μαρκ. 14.6 ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί. 

Μαρκ. 14.7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθαι αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 

Μαρκ. 14.8 ὃ ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. 

Μαρκ. 14.9 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς. 

 

 

Ο Ιούδας αποφασίζει να προδώσει τον Ιησού

(Μτ 26,14-16. Λκ 22,3-6)

 

Μαρκ. 14.10 Καὶ ᾿Ιούδας ὁ ᾿Ισκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς. 

Μαρκ. 14.11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ. 

 

 

Ετοιμασία για το Πάσχα

(Μτ 26,17-19. Λκ 22,7-13)

 

Μαρκ. 14.12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; 

Μαρκ. 14.13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 

Μαρκ. 14.14 καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 

Μαρκ. 14.15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 

Μαρκ. 14.16 καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. 

 

 

Ο Μυστικός Δείπνος και η καθιέρωση της Θείας Ευχαριστίας

(Μτ 26,20-30. Λκ 22,14-23)

 

Μαρκ. 14.17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα· 

Μαρκ. 14.18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ ᾿Ιησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾿ ἐμοῦ. 

Μαρκ. 14.19 οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς· μήτι ἐγώ; καὶ ἄλλος· μήτι ἐγώ; 

Μαρκ. 14.20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον. 

Μαρκ. 14.21 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 

Μαρκ. 14.22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ ᾿ησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. 

Μαρκ. 14.23 καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς. καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 

Μαρκ. 14.24 καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον.

Μαρκ. 14.25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ  μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας  ἐκείνης, ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 

Μαρκ. 14.26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὅρος τῶν ἐλαιῶν.

 

 

Η πρόρρηση της άρνησης του Πέτρου

(Μτ 26,31-35. Λκ 22,31-34. Ιω 13,36-38)

 

Μαρκ. 14.27 καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπίσονται τὰ πρόβατα 

Μαρκ. 14.28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 

Μαρκ. 14.29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· καὶ εἰ πάντες 9σκανδαλισθήσονται, ἀλλ᾿ οὐκ ἐγώ. 

Μαρκ. 14.30 καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 

Μαρκ. 14.31 ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μὴ σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

 

 

Η προσευχή στη Γεσθημανή 

(Μτ 26,36-46. Λκ 22,39-46)

 

Μαρκ. 14.32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι. 

Μαρκ. 14.33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην μεθ᾿ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν 

Μαρκ. 14.34 καὶ λέγειν αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 

Μαρκ. 14.35 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα, 

Μαρκ. 14.36 καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο· ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλ᾿ εἴ τι σύ. 

Μαρκ. 14.37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι; 

Μαρκ. 14.38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 

Μαρκ. 14.39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 

Μαρκ. 14.40 καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ. 

Μαρκ. 14.41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 

Μαρκ. 14.42 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.

 

 

Η προδοσία και η σύλληψη του Ιησού 

(Μτ 26,47-56. Λκ 22,47-53. Ιω 18,1-11)

 

Μαρκ. 14.43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται ᾿Ιούδας ὁ ᾿Ισκαριώτης, εἷς τῶν δώδεκα, καὶ μετ᾿ αὐτοῦ ὄχλος  πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων. 

Μαρκ. 14.44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς. 

Μαρκ. 14.45 καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· χαῖρε, ῥαββί. καὶ κατεφίλησεν αὐτόν. 

Μαρκ. 14.46 οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. 

Μαρκ. 14.47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 

Μαρκ. 14.48 καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεναὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· 

Μαρκ. 14.49  καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ γραφαί. 

Μαρκ. 14.50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες. 

Μαρκ. 14.51 Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι· 

Μαρκ. 14.52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν.

 

 

Ο Ιησούς στο μεγάλο συνέδριο 

(Μτ 26,57-68. Λκ 22,54-55. 63-71. Ιω 18,12-14. 19-24)

 

Μαρκ. 14.53 Καὶ ἀπήγαγον τὸν ᾿Ιησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 

Μαρκ. 14.54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 

Μαρκ. 14.55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ ᾿Ιησοῦ μαρτυρίαν εἰς  τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον· 

Μαρκ. 14.56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 

Μαρκ. 14.57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ λέγοντες 

Μαρκ. 14.58 ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 

Μαρκ. 14.59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 

Μαρκ. 14.60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν ᾿Ιησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; 

Μαρκ. 14.61 ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 

Μαρκ. 14.62 ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 

Μαρκ. 14.63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 

Μαρκ. 14.64 ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. 

Μαρκ. 14.65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον.

 

 

 

Η άρνηση και η μετάνοια του Πέτρου

(Μτ 26,69-75. Λκ 22,54-62. Ιω 18,15-18. 25-27)

 

Μαρκ. 14.66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 

Μαρκ. 14.67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ  ᾿Ιησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα. 

Μαρκ. 14.68 ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε. 

Μαρκ. 14.69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν. 

Μαρκ. 14.70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει. 

Μαρκ. 14.71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 

Μαρκ. 14.72 καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.

 

 

Κατά Μάρκον Ευαγγέλιον

 Κεφάλαιον Δέκατον Τέταρτον 14,1 -14,72

Μετάφραση στην Νεοελληνική

 

Απόφαση θανάτωσης του Ιησού

(Μτ 26,1-5. Λκ 22,1-2. Ιω 11,45-53)

 

Μαρκ. 14,1 Επειτα από δύο ημέρας, ήτο Πασχα και τα άζυμα. Και εζητούσαν οι αρχιερείς και οι γραμματείς, πως με απάτην και χωρίς θόρυβον να τον πιάσουν και να τον θανατώσουν.

Μαρκ. 14,2  Ελεγαν δε να μη τον συλλάβουν κατά την εορτήν, μήπως και γίνη θόρυβος και ταραχή του λαού (δεδομένου, ότι πολλοί ήσαν εκείνοι, που εθαύμαζαν και εσέβοντο και περιεστοίχιζαν τον Χριστόν).

 

 

Η χρίση του Ιησού με μύρο

(Μτ 26,6-13. Ιω 12,1-8)

 

Μαρκ.14,3 Και όταν αυτός ευρίσκετο εις την Βηθανίαν, στο σπίτι Σιμωνος του λεπρού, την ώραν που είχε γείρει και έτρωγε στο ταπέζι ήλθε μια γυναίκα, που εκρατούσε ένα αλαβάστρινον δοχείον γεμάτο μύρον κατασκευασμένον από γνησίαν και πολύτιμον νάρδον. Και αφού έσπασε το αλαβάστρινο δοχείον έχυνε πλούσια όλο το μύρο επάνω εις την κεφαλήν του.

Μαρκ. 14,4  Μερικοί από τους μαθητάς εκυριεύθησαν από αγανάκτησιν και έλεγαν μεταξύ των· “διατί έγινε αυτή η άσκοπος σπατάλη του πολυτίμου αυτού μύρου;

Μαρκ. 14,5  Διότι ημπορούσε τούτο το μύρον να πωληθή περισσότερο από τριακόσια δηνάρια και να δοθούν τα χρήματα αυτά στους πτωχούς”· Και επέπλητταν την γυναίκα.

Μαρκ. 14,6 Ο δε Ιησούς είπεν· “αφήσατέ την· διατί την ενοχλείτε και την στενοχωρείτε; Αυτή καλόν και αξιέπαινον έργον έκαμε εις εμέ.

Μαρκ. 14,7  Διότι τους πτωχούς τους έχετε πάντοτε κοντά σας και όταν θέλετε, ημπορείτε να τους ευεργετήσετε. Εμὲ όμως δεν με έχετε πάντοτε μαζή σας.

Μαρκ. 14,8  Αυτή δε η γυναίκα εκείνο που είχε και ημπορούσε να κάμη δι’ εμέ, το έκαμε. Επρόλαβε να αλείψη το σώμα μου με μύρον, δια να το προετοιμάση προς ενταφιασμόν. Και τούτο χωρίς η ιδία να το εννοήσει.

Μαρκ. 14,9 Σας διαβεβαιώνω, ότι όπου εάν κηρυχθή, εις όλον τον κόσμον, τούτο το Ευαγγέλιον, θα διαλαληθή συγχρόνως και αυτό που έκαμεν αυτή, δια να μένη αλησμόνητη η ανάμνησίς της προς δόξαν και τιμήν της”.

 

 

Ο Ιούδας αποφασίζει να προδώσει τον Ιησού 

(Μτ 26,14-16. Λκ 22,3-6)

 

Μαρκ. 14,10 Και ο Ιούδας ο Ισκαριώτης, ένας από τους δώδεκα, γεμάτος αγανάκτησιν, επήγε κατ’ ευθείαν προς τους αρχιερείς και τους επρότεινε να παραδώση εις αυτούς τον Χριστόν.

Μαρκ. 14,11 Αυτοί δε όταν ήκουσαν την πρότασιν εχάρησαν (διότι ένας από τους δώδεκα θα επρόδιδε τον Διδάσκαλον και διότι θα τον επιαναν χωρίς θόρυβον). Υπεσχέθησαν δε να του δώσουν χρήματα. Και εζητούσε ο Ιούδας, πως εις πρώτην ευκαιρίαν και χωρίς θόρυβον να τον παραδώση εις χέρια των.

 

 

Ετοιμασία για το Πάσχα

(Μτ 26,17-19. Λκ 22,7-13)

 

Μαρκ. 14,12 Και κατά την πρώτην ημέραν, παραμονήν του πάσχα, που ελέγετο ημέρα των αζύμων (διότι κατ’αυτήν ετοίμαζαν οι Εβραίοι τα άζυμα δια το πάσχα, έσφαζαν δε και τον πασχάλιον αμνόν) είπον οι μαθηταί στον Κυριον· “που θέλεις να πάμε να ετοιμάσωμεν, δια να φάγης το πάσχα;”

Μαρκ. 14,13 Και έστειλε δύο από τους μαθητάς του και τους είπε· “πηγαίνετε εις την απέναντι πόλιν και θα σας συναντήση κάποιος άνθρωπος, που θα κρατή μία πήλινη στάμνα με νερό· ακολουθήστε τον.

Μαρκ. 14,14 Και εις όποιο σπίτι εισέλθη, πέστε στον νοικοκύρην, ότι ο διδάσκαλος λέγει· που είναι το κατάλυμά μου, όπου θα φάγω το πάσχα με τους μαθητάς μου;

Μαρκ. 14,15 Και αυτός θα σας δείξη ένα μεγάλο ανώγαιον με τα καθίσματα και το τραπέζι στρωμένο, έτοιμον καθ’ όλα. Εκεί ετοιμάσατέ μας δια το πάσχα”.

Μαρκ. 14,16 Και εβγήκαν οι μαθηταί αυτού, ήλθαν εις την πόλιν και ευρήκαν όπως τους είχε πη ο Χριστός και ετοίμασαν το πάσχα (το νέον δηλαδή χριστιανικόν πάσχα της θείας Ευχαριστίας).

 

 

Ο Μυστικός Δείπνος και η καθιέρωση της Θείας Ευχαριστίας

(Μτ 26,20-30. Λκ 22,14-23)

 

Μαρκ. 14,17 Και όταν εβράδυασε, ήλθε εκεί ο Ιησούς με τους δώδεκα μαθητάς.

Μαρκ. 14,18 Και την ώραν που είχαν ξαπλώσει κοντά στο τραπέζι και έτρωγαν, είπεν ο Ιησούς· “ένας από σας θα με παραδώση· ένας, ο οποίος τρώγει τώρα μαζή μου”.

Μαρκ. 14,19  Εκείνοι δε ήρχισαν να λυπούνται και να τον ερωτούν ο ένας ύστερα από τον άλλον· “μήπως είμαι εγώ;” και άλλος· “μήπως είμαι εγώ;” (Κανείς από τους ένδεκα ούτε διενοήθη ποτέ τέτοιο επαίσχυντο έργον. Εν τούτοις επειδή είχον πίστιν μεν εις τα λόγια του Διδασκάλου, γνώσιν δε και της ιδικής των αδυναμίας ως ανθρώπων, ερωτούν τον Κυριον).

Μαρκ. 14,20  Αυτός δε απεκρίθη και τους είπε· “είναι ένας από σας τους δώδεκα, αυτός ο οποίος βουτά το ψωμί του μαζή με εμέ στο πιάτο και τρώγει.

Μαρκ. 14,21  Ο μεν υιός του ανθρώπου προχωρεί προς τον λυτρωτικόν θάνατον σύμφωνα με τας προφητείας, που έχουν γραφή δι’ αυτόν. Αλοίμονον όμως στον άνθωπον εκείνον, δια του οποίου ο υιός του ανθρώπου παραδίδεται στους σταυρωτάς του. Προτιμότερον θα ήτο δι’ αυτόν να μη είχε γεννηθή ο άνθρωπος εκείνος”.

Μαρκ. 14,22 Και ενώ αυτοί έτρωγαν επήρε ο Ιησούς τον άρτον, εδοξολόγησε τον ουράνιον Πατέρα, έκοψε τον άρτον εις τεμάχια, έδωκε εις αυτούς και είπε· “λάβετε φάγετε· αυτό είναι το σώμα μου”.

Μαρκ. 14,23 Και αφού επήρε το ποτήριον με τον οίνον ευχαρίστησε τον Πατέρα, έδωκεν εις αυτούς και έπιον από αυτό όλοι.

Μαρκ. 14,24 Και είπεν εις αυτούς· “τούτο είναι το αίμα μου, με το οποίον επικυρώνεται η νέα διαθήκη, και το οποίον χύνεται δια την σωτηρίαν πολλών.

Μαρκ. 14,25 Σας διαβεβαιώνω, ότι δεν θα πίω πλέον από το προϊόν αυτό της αμπέλου, μέχρι της ημέρας εκείνης, όταν θα το πίνω νέον και ασύγκριτα πιο χαρμόσυνον εις την βασιλείαν του Θεού”.

Μαρκ. 14,26 Και αφού έψαλαν ύμνους, εβγήκαν στο όρος των Ελαιών.

 

 

Η πρόρρηση της άρνησης του Πέτρου

(Μτ 26,31-35. Λκ 22,31-34. Ιω 13,36-38)

 

Μαρκ. 14,27 Και λέγει εις αυτούς ο Ιησούς ότι “όλοι σας εξ αιτίας των τραγικών γεγονότων κατά την νύκτα αυτήν θα κλονισθήτε εις την προς εμέ πίστιν σας. Διότι έχει γραφή από τον προφήτην· Εγώ ο Θεός και Πατήρ θα επιτρέψω να κτυπηθή ο ποιμήν και θα διασκορπισθούν τα πρόβατα.

Μαρκ. 14,28 Αλλά μετά την ανάστασίν μου θα προπορευθώ και θα σας περιμένω εις την Γαλιλαίαν”.

Μαρκ. 14,29  Αλλ’ ο Πετρος είπε εις αυτόν· “και εάν όλοι κλονισθούν εις την πίστιν, εγώ όμως δεν θα κλονισθώ”.

Μαρκ. 14,30 Και λέγει εις αυτόν ο Ιησούς· “σας διαβεβαιώνω, ότι συ σήμερα, αυτήν εδώ την νύκτα πριν, η ο πετεινός λαλήση δύο φορές, θα με απαρνηθής τρεις φορές”.

Μαρκ. 14,31 Αλλ’ ο Πετρος με το παραπάνω επέμενε να λέγη και να ξαναλέγη· “εάν χρειασθή να αποθάνω και εγώ μαζή με σε, δεν θα αρνηθώ”. Τα ίδια έλεγαν και όλοι οι μαθηταί.

 

 

Η προσευχή στη Γεσθημανή

(Μτ 26,36-46. Λκ 22,39-46)

 

Μαρκ. 14,32 Και έρχονται εις κάποιαν περιοχήν, που ωνομάζετο Γεσθημανή, και λέγει στους μαθητάς του, καθήσατε εδώ, έως ότου προσευχηθώ.

Μαρκ. 14,33  Και παίρνει μαζή του τον Πετρον, τον Ιάκωβον και τον Ιωάννην και ήρχισε να καταλαμβάνεται από κατάπληξιν και μεγάλην οδύνην και να αισθάνεται μεγάλη ψυχικήν στενοχωρίαν.

Μαρκ. 14,34  Και λέγει εις αυτούς· “η ψυχή μου είναι πλημμηρισμένη από λύπην, ώστε κινδυνεύω να αποθάνω από αυτήν. Μείνατε εδώ και αγρυπνείτε”.

Μαρκ. 14,35 Και αφού επροχώρησε ολίγον έπεσε πρηνής, με το πρόσωπον αυτού εις την γην και προσηύχετο να περάση από αυτόν η σκληρά ώρα των παθών, εάν τούτο ήτο δυνατόν, χωρίς να ματαιωθή το θείον σχέδιον της σωτηρίας των ανθρώπων.

Μαρκ. 14,36 Και έλεγε· “Πατερ, Πατερ μου, όλα είναι δυνατά εις σε, απομάκρυνε από εμέ το ποτήριον τούτο. Ομως ας γίνη όχι εκείνο που θέλω εγώ, αλλά εκείνο που θέλεις συ”.

Μαρκ. 14,37 Και έρχεται και ευρίσκει τους μαθητάς να κοιμώνται και λέγει στον Πετρον· “Σιμων κοιμάσαι; Δεν ημπορέσατε να αγρυπνήσετε μίαν ώραν;

Μαρκ. 14,38  Αγρυπνείτε, προσέχετε και προσεύχεσθε, δια να μη πέσετε εις πειρασμόν· το μεν πνεύμα είναι πρόθυμον να υποτάσσεται στο θείον θέλημα, αλλά η σαρξ, η ανθρωπίνη φύσις, είναι ασθενής”.

Μαρκ. 14,39 Και πάλιν αφού απεμακρύνθη ολίγον, προσηυχήθη και είπε τον ίδιον λόγον.

Μαρκ. 14,40  Και επιστρέψας ευρήκε αυτούς πάλιν να κοιμώνται, διότι τα μάτια των κατεβαρύνοντο και έκλειαν από νύσταν και δεν εγνώριζαν, τι να του αποκριθούν.

Μαρκ. 14,41 Και έρχεται τρίτη φοράν και τους λέγει· “κοιμάσθε λοιπόν και αναπαύεσθε! Αρκεί πλέον ο ύπνος· ήλθεν η ώρα· ιδού ο υιός του ανθρώπου παραδίδεται εις τα χέρια των αμαρτωλών.

Μαρκ. 14,42 Σηκωθήτε, πηγαίνομεν· ιδού επλησίασε αυτός που με παραδίδει”.

 

 

Η προδοσία και η σύλληψη του Ιησού

(Μτ 26,47-56. Λκ 22,47-53. Ιω 18,1-11)

 

Μαρκ. 14,43  Και αμέσως, ενώ ο Κυριος ωμιλούσε, φθάνει ο Ιούδας ο Ισκαριώτης, ένας από τους δώδεκα, και μαζή του όχλος πολύς με μαχαίρια και ρόπαλα, σταλμένοι από τους αρχιερείς και τους γραμματείς και τους πρεσβυτέρους.

Μαρκ. 14,44  Είχε δώσει εις αυτούς εκ των προτέρων ο Ιούδας ένα σύνθημα λέγων· “εκείνος που θα φιλήσω, αυτός είναι· πιάστε τον και μεταφέρατέ τον ασφαλώς”.

Μαρκ. 14,45 Και αφού ήλθεν εκεί ο Ιούδας, αμέσως επλησίασε τον Κυριον και του είπε· “χαίρε διδάσκαλε”, και εφίλησε και ξαναφίλησε αυτόν με υποκριτικήν στοργήν.

Μαρκ. 14,46 Εκείνοι δε άπλωσαν επάνω του τα χέρια των και τον επιασαν.

Μαρκ. 14,47 Καποιος δε από αυτούς, που έστεκαν εκεί κοντά, ετράβηξε την μάχαιραν, εκτύπησε τον δούλον του αρχιερέως και του έκοψε το αυτί.

Μαρκ. 14,48  Ελαβε τότε ο Ιησούς τον λόγον και τους είπε· “σαν να επρόκειτο δια ληστήν, εβγήκατε με μαχαίρια και ρόπαλα να με συλλάβετε;

Μαρκ. 14,49 Καθε ημέραν ήμουνα κοντά σας και εδίδασκα εις τας αυλάς του ναού και δεν με επιάσατε. Αλλά όλα αυτά έγιναν, δια να εκπληρωθούν όσα αι προφητείαι γράφουν”.

Μαρκ. 14,50 Και οι μαθηταί τον εγκατέλειψαν και έφυγαν όλοι.

Μαρκ. 14,51 Και κάποιος νέος τον ηκολούθησε γυμνός, τυλιγμένος μ’ ένα σινδόνι. Και τον επιασαν οι νέοι που συμετείχαν στο απόσμασμα.

Μαρκ. 14,52 Εκείνος όμως αφήκε το σινδόνι εις τα χέρια των και καθώς ήτο νύχτα έφυγε γυμνός ανάμεσα από αυτούς. (Και έτσι έμεινε εντελώς μόνος ο Κυριος, εγκαταλελειμμένος από τους μαθητάς του και από οιανδήποτε άλλον, που θα έτρεφε κάποιαν συμπάθειαν προς αυτόν).

 

Ο Ιησούς στο μεγάλο συνέδριο

(Μτ 26,57-68. Λκ 22,54-55. 63-71. Ιω 18,12-14. 19-24)

 

Μαρκ. 14,53 Και ωδήγησαν τον Ιησούν στον αρχιερέα· και μαζεύονται εις την οικίαν του αρχιερέως όλοι οι αρχιερείς και οι πρεσβύτεροι και οι γραμματείς.

Μαρκ. 14,54  Και ο Πετρος ηκολούθησεν τον Ιησούν από μακράν μέχρι την εσωτερικήν αυλήν του αρχιερέως. Και εκάθητο μαζή με τους υπηρέτας και εθερμαίνετο πλησίον στο φως, που έρριπτε η φωτιά.

Μαρκ. 14,55  Οι αρχιερείς και όλον το συνέδριον εζητούσαν να εύρουν ενοχοποιητικήν μαρτυρίαν ενάντιον του Ιησού, δια να τον θανατώσουν, και δεν εύρισκαν.

Μαρκ. 14,56  Διότι πολλοί παρουσιάσθησαν και κατέθεσαν εναντίον του ψευδομαρτυρίας, αλλά δεν ήσαν αι καταθέσεις των σύμφωνοι μεταξύ των.

Μαρκ. 14,57  Και μερικοί προσήλθαν και εψευδομαρτυρούσαν εναντίον αυτού λέγοντες

Μαρκ. 14,58 ότι “ημείς τον ακούσαμε να λέγη· Εγώ θα κρημνίσω τον ναόν αυτόν, τον κτισμένον από χέρια ανθρώπων, και έντος τριών ημερών θα ανοικοδομήσω άλλον αχειροποίητον”.

Μαρκ. 14,59 Αλλά ούτε και έτσι δεν ήτο σύμφωνος η κατάθεσίς των.

Μαρκ. 14,60 Τοτε εσηκώθηκε ο αρχιερεύς, εστάθη στο μέσον, και ερωτούσε τον Ιησούν λέγων· “δεν απαντάς τίποτε; Τι είναι αυτά, που σε κατηγορούν αυτοί εδώ;”

Μαρκ. 14,61 Αυτός δε εσιωπούσε και δεν έδωσε καμμίαν απάντησιν. Παλιν ο αρχιερεύς τον ερωτούσε και του έλεγε· “Συ είσαι ο Χριστός, ο υιός του ευλογημένου και δοξασμένου Θεού;”

Μαρκ. 14,62 Ο δε Ιησούς είπε· “εγώ είμαι· και θα ιδήτε τον υιόν του ανθρώπου να κάθεται εις τα δεξιά του παντοδυνάμου Θεού και να έρχεται πάλιν επάνω εις τας νεφέλας του ουρανού”. (Προαναγγέλλει την ένδοξον δευτέραν του παρουσίαν, δια να τους δώση ευκαιρίαν μήπως και συναισθανθούν το βάρος του εγκλήματός των και μετανοήσουν).

Μαρκ. 14,63 Ο δε αρχιερεύς έσχισε τα ρούχα του δια την ύβριν τάχα εναντίον του Θεού που ήκουσε και είπε· “τι μας χρειάζονται πλέον οι μάρτυρες;

Μαρκ. 14,64 Ηκούσατε βέβαια την βλασφημίαν· τι γνώμην έχετε; Αυτοί δε όλοι μ’ ένα στόμα κατεδίκασαν αυτόν, ότι είναι ένοχος θανάτου δια την βλασφημίαν, που εξεστόμισε.

Μαρκ. 14,65 Και ήρχισαν μερικοί να τον φτύνουν, να του σκεπάζουν ολόγυρα το πρόσωπόν του, ώστε να μη βλέπη, να καταφέρουν ισχυρά ραπίσματα και γρονθοκοπήματα και να του λέγουν· “προφήτεψέ μας ποιός είναι εκείνος που σε εκτύπησε”. Και οι υπηρέται εκτυπούσαν αυτόν με ραπίσματα.

 

 

Η άρνηση και η μετάνοια του Πέτρου

(Μτ 26,69-75. Λκ 22,54-62. Ιω 18,15-18. 25-27)

 

Μαρκ. 14,66 Ενώ δε ο Πετρος ευρίσκετο κάτω εις την αυλήν, ήλθε μία από τας υπηρετρίας του αρχιερέως

Μαρκ. 14,67 και όταν είδε τον Πετρον να ζεσταίνεται, τον εκύτταξε με πολλήν προσοχήν και του είπε· “και συ ήσουν μαζή με τον Ιησούν τον Ναζαρηνόν”.

Μαρκ. 14,68 Εκείνος όμως ηρνήθη λέγων· “δεν γνωρίζω ούτε ενοω τι λέγεις”. Και εβγήκε έξω στο προαύλιον και ο πετεινός ελάλησε.

Μαρκ. 14,69 Και η υπηρέτρια, όταν τον ξαναείδε, ήρχισε να λέγη εις αυτούς που έστεκαν εκεί, ότι αυτός είναι από εκείνους.

Μαρκ. 14,70 Ο δε Πετρος πάλιν ηρνήθη. Και έπειτα από ολίγον πάλιν οι παριστάμενοι έλεγαν στον Πετρον· “πράγματι είσαι από αυτούς, διότι είσαι Γαλιλαίος, και η προφορά σου ομοιάζει με την προφοράν των Γαλιλαίων”.

Μαρκ. 14,71 Αυτός δε ήρχισε να καταριέται και να ορκίζεται, ότι “δεν ξεύρω τον άνθρωπον αυτόν, που λέτε”.

Μαρκ. 14,72 Και δευτέραν φοράν ο πετεινός ελάλησε. Και εθυμήθηκε ο Πετρος τον λόγον, που του είχε πη ο Ιησούς, ότι πριν ο πετεινός λαλήση δύο φορές, θα με απαρνηθής τρεις φορές. Και εκάλυψε το πρόσωπον και ήρχισε να κλαίη. (Η βαθεία συναίσθησις του βαρέος σφάλματός του, η συγκλονιστική του λύπη, τα θερμά δάκρυα της μετανοίας τον επανέφεραν και πάλιν ψυχικώς πλησίον του Διδασκάλου και το έκαμαν άξιον να δεχθή την συγχώρησιν και την εξάλειψιν της μεγάλης του ενοχής).

 

 

+

Κάνε εγγραφή εδώ ==>

Εγγραφείτε στο κανάλι μας

για να ενημερώνεστε για τα Βίντεο μας

 

 

 

 





Γράψτε μας το σχόλιο σας εδώ

Βαθμολόγησε την Ανάρτηση μας

Πόσο χρήσιμη ήταν αυτή η ανάρτηση ;

Αναγνώστες που Βαθμολόγησαν * 0 * / Επιλέξατε την Βαθμολογία * 0 * αστέρι. *Συντακτική Ομάδα theodromion.gr : Ευχαριστούμε που μας στηρίζεται

Δεν υπάρχουν ψηφοφορίες μέχρι τώρα! Γίνετε ο πρώτος που θα αξιολογήσει αυτήν την ανάρτηση

Αν το βρήκες ενδιαφέρον Κοινοποίησε το

Η κοινοποίηση που θα κάνετε μας βοηθάτε να συνεχίσουμε την προσπάθεια μας

Ακολούθησε μας στα social media

Like
Κοινοποίησε την Ανάρτηση μας αν σας φάνηκε ενδιαφέρον

Αφήστε μια απάντηση

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Δές και αυτό
Χρόνος Ανάγνωσης 15 Λεπτά  Η Μ. Τεσσαρακοστή είναι η αρχαιότερη…
x
error: Ευχαριστούμε