Κατά Λουκάν Ευαγγέλιον

Κατά Λουκάν Ευαγγέλιον: Κεφάλαιον Πρώτον 1,1 -1,80 (Αρχαίο-Νεοελληνικά) (Βιντεο)

Κοινοποίησε την Ανάρτηση μας αν σας φάνηκε ενδιαφέρον
Χρόνος Ανάγνωσης 14 Λεπτά
Listen to this article
0
(0)

 

Κατά Λουκάν Ευαγγέλιον

Κεφάλαιον Πρώτον 1,1-1,80

Αρχαίο -Νεοελλινικά

 

 

Σκοπός της συγγραφής του Ευαγγελίου

 

Λουκ. 1.1 ᾽Επειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,

Λουκ.1.2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,

Λουκ.1.3 ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,

Λουκ.1.4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.

 

 

Προαγγελία της γεννήσεως του Ιωάννη του Προδρόμου

 

Λουκ.1.5 ᾽Εγένετο ἐν ταῖς ἡμέραις ῾Ηρῴδου βασιλέως τῆς ᾽Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας ᾽Αβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων ᾽Ααρών, καὶ τὸ ὄνομα αὐτῆς ᾽Ελισάβετ.

Λουκ.1.6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι.

Λουκ.1.7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ἡ ᾽Ελισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.

Λουκ.1.8 ᾽Εγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ,

Λουκ.1.9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου,

Λουκ.1.10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος·

Λουκ.1.11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.

Λουκ.1.12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν.

Λουκ.1.13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου ᾽Ελισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιωάννην.

Λουκ.1.14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται·

Λουκ.1.15 ἔσται γὰρ μέγας ἐνώπιον [τοῦ] κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,

Λουκ.1.16 καὶ πολλοὺς τῶν υἱῶν ᾽Ισραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν.

Λουκ.1.17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει ᾽Ηλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.

Λουκ.1.18 Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον, Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.

Λουκ.1.19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ, ᾽Εγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα·

Λουκ.1.20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἣς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.

Λουκ.1.21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν.

Λουκ.1.22 ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός.

Λουκ.1.23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.

Λουκ.1.24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ᾽Ελισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα

Λουκ.1.25 ὅτι Οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.

 

 

Ο Ευαγγελισμός της παρθένου Μαρίας

 

Λουκ.1.26 ᾽Εν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ

Λουκ.1.27 πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα ᾽Ιωσὴφ ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.

Λουκ.1.28 καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν, Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.

Λουκ.1.29 ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.

Λουκ.1.30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ·

Λουκ.1.31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν.

Λουκ.1.32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,

Λουκ.1.33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ᾽Ιακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

Λουκ.1.34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;

Λουκ.1.35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ.

Λουκ.1.36 καὶ ἰδοὺ ᾽Ελισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·

Λουκ.1.37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα.

Λουκ.1.38 εἶπεν δὲ Μαριάμ, ᾽Ιδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.

 

 

Η Μαρία επισκέπτεται την Ελισάβετ

 

Λουκ.1.39 ᾽Αναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾽Ιούδα,

Λουκ.1.40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾽Ελισάβετ.

Λουκ.1.41 καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ ᾽Ελισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ ᾽Ελισάβετ,

Λουκ.1.42 καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.

Λουκ.1.43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ;

Λουκ.1.44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.

Λουκ.1.45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.

 

 

Η ωδή της Θεοτόκου

 

Λουκ.1.46 Καὶ εἶπεν Μαριάμ, Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον, 1.47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου,

Λουκ.1.48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί·

Λουκ.1.49 ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,

Λουκ.1.50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν.

Λουκ.1.51 ᾽Εποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·

Λουκ.1.52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς,

Λουκ.1.53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.

Λουκ.1.54 ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους,

Λουκ.1.55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ ᾽Αβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.

Λουκ.1.56 ῎Εμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

 

 

Η γέννηση του Ιωάννη του Προδρόμου

 

Λουκ.1.57 Τῇ δὲ ᾽Ελισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.

Λουκ.1.58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.

Λουκ.1.59 Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.

Λουκ.1.60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληθήσεται ᾽Ιωάννης.

Λουκ.1.61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.

Λουκ.1.62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό.

Λουκ.1.63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, ᾽Ιωάννης ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες.

Λουκ.1.64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν.

Λουκ.1.65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ᾽Ιουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,

Λουκ.1.66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ κυρίου ἦν μετ᾽ αὐτοῦ.

 

 

Η προφητεία του Ζαχαρία

 

Λουκ.1.67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων,

Λουκ.1.68 Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ ᾽Ισραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,

Λουκ.1.69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυὶδ παιδὸς αὐτοῦ,

Λουκ.1.70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ,

Λουκ.1.71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς·

Λουκ.1.72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,

Λουκ.1.73 ὅρκον ὃν ὤμοσεν πρὸς ᾽Αβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν

Λουκ.1.74 ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ

Λουκ.1.75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν.

Λουκ.1.76 Καὶ σὺ δέ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,

Λουκ.1.77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,

Λουκ.1.78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,

Λουκ.1.79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

Λουκ.1.80 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ᾽Ισραήλ.

 

 

 

 

Κατά Λουκάν Ευαγγέλιον

 Κεφάλαιον Πρώτον 1,1 -1,80 

Μετάφραση στην Νεοελληνική

Σκοπός της συγγραφής του Ευαγγελίου

 

Λουκ. 1,1  Επειδή πολλοί επεχείρησαν να συντάξουν διήγησιν περί των διδασκαλιών και των γεγονότων, τα οποία εις ημάς τους πιστούς είναι γνωστά με ακρίβειαν και βεβαιότητα,

Λουκ. 1,2 όπως μας τα παρέδωσαν προφορικώς εκείνοι, οι οποίοι υπήρξαν από την αρχήν του μεσσιανικού έργου του Σωτήρος αυτόπται μάρτυρες αυτού και υπηρέται του κηρύγματός του,

Λουκ.1,3 εφάνηκε καλόν και εις εμέ, ο οποίος έχω παρακολουθήσει από την αρχήν, με προσοχήν και ακρίβειαν, όσα αναφέρονται εις την ζωήν και το έργον του Σωτήρος, να σου τα γράψω με την σειράν των, ευγενέστατε Θεόφιλε.

Λουκ. 1,4 Και τούτο, δια να γνωρίσης με σαφήνειαν και ακρίβειαν την ασφαλή και βεβαίαν αλήθειαν της διδασκαλίας, την οποίαν προφορικώς έχεις διδαχθή.

 

 

Προαγγελία της γεννήσεως του Ιωάννη του Προδρόμου

 

Λουκ. 1,5 Εζούσε κατάς ημέρας του Ηρώδου, του βασιλέως της Ιουδαίας, ένας ιερεύς, ονόματι Ζαχαρίας, ο οποίος ανήκε εις την ιερατικήν τάξιν, που είχε το όνομα του ιερέως Αβιά και η γυναίκα του, η οποία ελέγετο Ελισάβετ, κατήγετο από τους απογόνους του Ααρών, δηλαδή από ιερατικήν τάξιν.

Λουκ. 1,6 Ησαν δε και οι δύο ενάρετοι ενώπιον του Θεού και εζούσαν σύμφωνα με όλας τας εντολάς και τα παραγγέλματα του Κυρίου, άμεμπτοι εις όλα και ανεπίληπτοι.

Λουκ. 1,7  Δεν υπήρχε όμως εις αυτούς τέκνον, διότι η Ελισάβετ ήτο στείρα και οι δύο ήσαν αρκετά προχωρημένοι εις τας ημέρας της ζωής των.

Λουκ. 1,8  Καθώς δε ο Ζαχαρίας υπηρετούσε ως ιερεύς ενώπιον του Θεού στον ναόν, όταν είχε έλθει η σειρά της ιερατικής τάξεως εις την οποίαν ανήκε,

Λουκ. 1,9  του έλαχε με κλήρον, σύμφωνα με την κρατούσα συνήθειαν μεταξύ των ιερέων, να εισέλθη στον ναόν, δηλαδή εις τα άγια και να προσφέρη την θυσίαν του θυμιάματος.

Λουκ. 1,10  Και όλον το πλήθος του λαού ήτο κατά την ώραν της προσφοράς του θυμιάματος έξω εις την αυλήν του ναού και προσηύχετο.

Λουκ. 1,11 Παρουσιάσθη δε εις αυτόν άγγελος Κυρίου, όρθιος εις τα δεξιά του θυσιαστηρίου, επάνω στο οποίον έκαιε το θυμίαμα.

Λουκ. 1,12 Και εταράχθη ο Ζαχαρίας όταν τον είδε και φόβος έπεσε επάνω του.

Λουκ. 1,13 Είπε δε προς αυτόν ο άγγελος· “μη φοβήσαι, Ζαχαρία· διότι η δέησίς σου έγινε ακουστή από τον Θεόν και η γυναίκα σου Ελισάβετ θα σου γεννήση παιδί και θα καλέσης το όνομά του Ιωάννην.

Λουκ. 1,14  Και θα είναι αυτό το γεγονός χαρά και αγαλλίασις δια σε, και πολλοί, όταν αργότερα ακούσουν το κήρυγμα του, θα χαρούν δια την γέννησίν του.

Λουκ. 1,15 Διότι αυτός θα αναδειχθή μέγας ενώπιον του Κυρίου και δεν θα πιή ποτέ οίνον η άλλο οινοπνευματώδες ποτόν. Και από τον καιρόν ακόμη, που θα ευρίσκεται εις την κοιλίαν της μητρός του, θα λάβη πλούσια τα χαρίσματα του Αγίου Πνεύματος.

Λουκ. 1,16 Και πολλούς από τους απογόνους του Ισραήλ θα επαναφέρη μετανοημένους στον Κυριον και Θεόν των.

Λουκ. 1,17  Και αυτός θα προηγηθή ολίγον χρόνον ενωρίτερον εμπρός από τον Μεσσίαν, με το προφητικόν πνεύμα και την δύναμιν του Ηλιού. Δια να ξαναγυρίση τις σκληρυμμένες καρδιές των πατέρων, γεμάτες τώρα στοργήν, προς τα τέκνα των, και τους απειθείς να τους επαναφέρη εις την σύνεσιν και τα φρονήματα των δικαίων και να ετοιμάση έτσι στον Κυριον λαόν προπαρασκευασμένον δια να υποδεχθή τον Σωτήρα.

Λουκ. 1,18  Και είπεν ο Ζαχαρίας προς τον άγγελον· “κατά ποίον τρόπον θα γνωρίσω με βεβαιότητα αυτό, που μου λέγεις; Διότι εγώ είμαι γέρων και η γυναίκα μου έχει προχωρήσει πλέον εις την ηλικίαν της”.

Λουκ. 1,19 Και αποκριθείς ο άγγελος του είπεν· “εγώ είμαι ο Γαβριήλ που παρίσταμαι ενώπιον του Θεού και απεστάλην από αυτόν να σου ομιλήσω και να σου αναγγείλω τας χαρμοσύνους ταύτας ειδήσεις.

Λουκ. 1,20  Και εφ’ όσον ζητείς σημείον, δια να πιστεύσης, ιδού θα είσαι βωβός και δεν θα ημπορής να ομιλήσης μέχρι την ημέραν, που θα πραγματοποιηθούν αυτά. Και τούτο, διότι δεν επίστευσες στους λόγους μου, οι οποίοι οπωσδήποτε θα πραγματοποιηθούν στον καιρόν των”.

Λουκ. 1,21 Ο δε λαός εξακολουθούσε να περιμένη τον Ζαχαρίαν και απορούσαν όλοι δια την αργοπορίαν μέσα στον ναόν.

Λουκ. 1,22 Οταν δε αυτός εβγήκε, δεν ημπορούσε να ομιλήση προς αυτούς και εκατάλαβαν ότι είχεν ιδεί κάποιαν οπτασίαν μέσα στον ναόν. Και αυτός έκανε συνεχώς νοήματα προς αυτούς και έμενε κωφός και άλαλος.

Λουκ. 1,23  Και όταν ετελείωσαν αι ημέραι της υπηρεσίας του στον ναόν ανεχώρησε και ήλθεν στο σπίτι του.

Λουκ. 1,24  Επειτα δε από τας ημέρας αυτάς έμεινεν έγκυος η γυναίκα του η Ελισάβετ και έκρυπτε επιμελώς τον εαυτόν της επί πέντε μήνας.

Λουκ. 1,25 Και όταν το γεγονός έγινε πλέον φανερόν, έλεγεν η Ελισάβετ ότι “έτσι μου έχει κάμει το καλό αυτό ο Κυριος εις τας ημέρας της γεροντικής μου ηλικίας, κατά τας οποίας επέβλεψε με καλωσύνην και ευδόκησε να μου αφαιρέση την εντροπήν της ατεκνίας μου μεταξύ των ανθρώπων”.

 

 

Ο Ευαγγελισμός της παρθένου Μαρίας

 

Λουκ. 1,26  Κατά δε τον έκτον μήνα από τότε που είχε μείνει έγκυος η Ελισάβετ, εστάλη από τον Θεόν ο άγγελος Γαβριήλ εις μίαν πόλιν της Γαλιλαίας, ονόματι Ναζαρέτ,

Λουκ. 1,27  προς μίαν παρθένον, μνηστευομένην με άνδρα ονόματι Ιωσήφ, η οποία κατήγετο από το γένος Δαυίδ. Και η παρθένος ωνομάζετο Μαριάμ.

Λουκ. 1,28  Αφού δε ο άγγελος εισήλθεν στο σπίτι, είπε προς αυτήν· “χαίρε συ, που έλαβες μεγάλας και εξαιρετικάς χάριτας από τον Θεόν· ο Κυριος είναι μαζή σου. Είσαι συ ευλογημένη όσον καμμία άλλη μεταξύ των γυναικών”.

Λουκ. 1,29  Αυτή δε, όταν είδε τον άγγελον, εταράχθη πολύ από τα λόγια του και εσκέπτετο μέσα της τι σημαίνει και ποίον σκοπόν έχει αυτός ο χαιρετισμός.

Λουκ. 1,30   Και είπεν ο άγγελος προς αυτήν· “μη φοβάσαι, Μαριάμ, διότι ευρήκες εξαιρετικήν εύνοιαν και ευλογίαν εκ μέρους του Θεού.

Λουκ. 1,31  Και ιδού θα συλλάβης και θα γεννήσης υιόν και θα καλέσης το όνομα αυτού Ιησούν.

Λουκ. 1,32  Αυτός θα είναι μέγας δια την αγιότητα και το έργον του. Και θα ονομασθή ο κατ’ εχοχήν Υιός του υψίστου. Και θα δώση εις αυτόν Κυριος ο Θεός τον θρόνον του προπάτορός του Δαυίδ.

Λουκ. 1,33 Και θα βασιλεύση στους αιώνας ως αιώνιος βασιλεύς εις όλας τας γενεάς των πιστών, που θα αποτελούν την νέαν πνευματικήν οικογένειαν του Ιακώβ. Και η βασιλεία του δεν θα λάβη τέλος”.

Λουκ. 1,34  Είπε δε η Μαριάμ προς τον άγγελον· “πως θα γίνη το πρωτάκουστον τούτο, να γεννήσω υιόν, αφού δεν γνωρίζω άνδρα;

Λουκ. 1,35  Και απεκρίθη ο άγγελος και της είπε· “το Πνεύμα το Αγιον που θα σε απαλλάξη από το προπατορικόν αμάρτημα και θα σε εξαγιάση, θα έλθη εις σε και η δημιουργική δύναμις του Υψίστου θα σε περικαλύψη και θα σε διαποτίση. Δι’ αυτό και το απολύτως άγιον και αναμάρτητον βρέφος, το οποίον κατά τον υπερφυσικόν αυτόν τρόπον θα γεννηθή από σε, θα κληθή, διότι θα είναι, ο Υιός του Θεού.

Λουκ. 1,36  Ιδού δε ότι και η Ελισάβετ η συγγενής σου έχει συλλάβει και αυτήν υιόν εις την γεροντικήν της ηλικίαν. Και ο μήνας αυτός είναι ο έκτος της εγκυμοσύνης εις αυτήν, την οποίαν έως τώρα έλεγαν στείραν.

Λουκ. 1,37  Διότι δεν είναι αδύνατον στον Θεόν κάθε τι θαυμαστόν και υπερφυσικόν”.

Λουκ. 1,38  Είπε δε η Μαριάμ· “ιδού η δούλη του Κυρίου πρόθυμος να υποταχθώ εις την θείαν βουλήν. Ας γίνη σύμφωνα με τον λόγον σου”. Και ανεχώρησεν από αυτήν ο άγγελος.

 

 

Η Μαρία επισκέπτεται την Ελισάβετ

 

Λουκ. 1,39  Ανεχώρησε δε η Μαριάμ κατά τας ημέρας αυτάς, αμέσως μετά τον ευαγγελισμόν της, και επήγε γρήγορα εις την ορεινήν περιοχήν της Ιουδαίας, εις κάποιαν πόλιν της φυλής Ιούδα.

Λουκ. 1,40 Και εισήλθε στο σπίτι του Ζαχαρίου και εχαιρέτησε την Ελισάβετ.

Λουκ. 1,41 Και αμέσως μόλις ήκουσεν η Ελισάβετ τον χαιρετισμόν της Μαρίας, συνέβη τούτο το Θαυμαστόν· εσκίρτησε το βρέφος εις την κοιλίαν της. Και εγέμισε από Πνεύμα Αγιον η Ελισάβετ.

Λουκ. 1,42 Και από την πολλήν χαράν της εφώναξε με μεγάλην φωνήν και με τον φωτισμόν του Αγίου Πνεύματος είπε· “συ είσαι από τον Θεόν η ασυγκρίτως περισσότερον ευλογημένη μεταξύ όλων των γυναικών και ευλογημένος είναι ο καρπός της κοιλίας σου.

Λουκ. 1,43  Και πως μου έγινε η μεγάλη αυτή τιμή να έλθη εις επίσκεψίν μου η μητέρα του Κυρίου μου;

Λουκ. 1,44  Εκατάλαβα ότι είσαι μητέρα του Κυρίου μου, διότι ιδού μόλις έφθασεν εις τα αυτιά μου η φωνή του χαιρετισμού σου, εσκίρτησε με αγαλλίασιν το βρέφος μέσα εις την κοιλίαν μου.

Λουκ. 1,45 Και μακαρία είσαι συ, η οποία επίστευσες, ότι θα λάβουν πλήρη και τελείαν πραγματοποίησιν όσα δια του αγγέλου σου έχει είπει ο Κυριος”.

 

 

Η ωδή της Θεοτόκου

 

Λουκ. 1,46  Και είπεν η Μαριάμ· “Υμνεί και δοξάζει η ψυχή μου τον Κυριον.

Λουκ. 1,47  Και εγέμισε από αγαλλίασιν το πνεύμα μου δια τον Θεόν, τον Σωτήρα εμού και όλου του ανθρωπίνου γένους.

Λουκ. 1,48  Υμνολογεί η ψυχή μου τον Κυριον, διότι έρριψε το στοργικόν του βλέμμα εις την ταπεινήν και άσημον δούλην του. Και ιδού ότι από τώρα θα με μακαρίζουν όλαι αι γενεαί.

Λουκ. 1,49  Διότι έκαμε μεγάλα και θαυμαστά έργα εις εμέ ο παντοδύναμος Κυριος, του οποίου το όνομα είναι άγιον.

Λουκ. 1,50  Το δε έλεος και η αγάπη του ξεχύνονται εις γενεάς γενεών προς όλους εκείνους, που τον φοβούνται και τον σέβονται.

Λουκ. 1,51 Εκαμεν στο παρελθόν, και ιδίως τώρα, έργα κραταιά και επέβαλε το θέλημά του με την παντοδύναμον δεξιάν του, κατενίκησε και διεσκόρπισεν αυτούς που υπερηφανεύονται με την επηρμένην διάνοιαν και καρδίαν των.

Λουκ. 1,52 Εκρήμνισε άρχοντας ισχυρούς από θρόνους και ύψωσε ταπεινούς και αδυνάτους.

Λουκ. 1,53 Εχόρτασε με πλούσια αγαθά πεινασμένους, και ανθρώπους με πολλά πλούτη τους έδιωξε με αδειανά τα χέρια των.

Λουκ. 1,54  Επροστάτευσε με τον παντοδύναμό του χέρι τον Ισραηλιτικόν λαόν, τον δούλον του, διότι εθυμήθηκε το έλεος και την ευσπλαγχνίαν του,

Λουκ. 1,55  όπως άλλωστε είχεν είπει προς τους πατέρας μας, ότι θα εχάριζε πλούσιον και αιώνιον το έλεός του στον Αβραάμ και τους απογόνους του”.

Λουκ. 1,56  Εμεινε δε η Μαριάμ μαζή με την Ελισάβετ τρεις περίπου μήνας και επέστρεψε κατόπιν εις την οικίαν της.

Λουκ. 1,57 Εις δε την Ελισάβετ συνεπληρώθη ο χρόνος να γεννήση και εγέννησε υιόν.

Λουκ. 1,58  Και ήκουσαν οι γείτονες και οι συγγενείς της ότι έδειξε μέγα και θαυμαστόν το έλεός του ο Κυριος εις αυτήν, με το να της χαρίση εις τέτοιαν ηλικίαν υιόν, και όλοι έχαιρον μαζή της.

Λουκ. 1,59  Και κατά την ογδόην ημέραν ήλθαν πάλιν οι συγγενείς και οι γείτονες, δια να κάμουν περιτομήν στο παιδίον. Και ωνόμαζαν αυτό Ζαχαρίαν, με το όνομα του πατρός του.

Λουκ. 1,60  Η μητέρα όμως του παιδιού, φωτισμένη από το Πνεύμα του Θεού, είπεν· “όχι Ζαχαρίας, αλλά Ιωάννης θα ωνομασθή”.

Λουκ. 1,61  Και είπαν εκείνοι εις αυτήν ότι κανείς μεταξύ των συγγενών σου δεν ονομάζεται με το όνομα αυτό.

Λουκ. 1,62  Ερωτούσαν δε με νεύματα τον πατέρα του, τι όνομα θέλει να δώσουν εις αυτό.

Λουκ. 1,63  Και Εκείνος, αφού εζήτησε μίαν μικράν πλάκαν, έγραψε τας λέξεις· “Ιωάννης είναι το όνομά του”. Και όλοι εθαύμασαν.

Λουκ. 1,64 Αμέσως δε ήνοιξε το στόμα του Ζαχαρίου και ελύθη η γλώσσα του και ωμιλούσε ελεύθερα, δοξολογών τον Θεόν.

Λουκ. 1,65  Και έπεσεν φόβος εις όλους αυτούς, που κατοικούσαν γύρω και διεδόθησαν όλα αυτά τα θαυμαστά γεγονότα εις όλην την ορεινήν εκείνην περιοχήν της Ιουδαίας.

Λουκ. 1,66  Και όσοι τα ήκουσαν, τα έβαλαν μέσα εις την καρδιά των και έλεγαν· “τι άραγε θα γίνη το παιδί αυτό;” Η δε προστατευτική και παντοδύναμον χειρ του Κυρίου ήτο μαζή του.

 

 

Η προφητεία του Ζαχαρία

 

Λουκ. 1,67 Και ο Ζαχαρίας, ο πατέρας αυτού, εγέμισε με Πνεύμα Αγιον και επροφήτευσε, λέγων·

Λουκ. 1,68  “Ας είναι ευλογημένος και δοξασμένος ο αληθινός Θεός και προστάτης του Ισραήλ, διότι επεσκέφθη τον λαόν του και επραγματοποίησε την απελευθέρωσιν αυτού από τους διαφόρους εχθρούς του.

Λουκ. 1,69 Και προς χάριν ημών ύψωσε δύναμιν ακαταγώνιστον δια την σωτηρίαν μας διότι ηυδόκησε να γεννηθή ο Σωτήρ του κόσμου εις την οικογένειαν του Δαυίδ του δούλου του.

Λουκ. 1,70 Οπως ακριβώς είχε λαλήσει και υποσχεθή με το στόμα των αγίων, των δια μέσου των αιώνων προφητών του,

Λουκ. 1,71 πραγματοποιεί σωτηρίαν από τους εχθρούς μας και από το χέρι όλων των ορατών και αοράτων εχθρών, που μας μισούν,

Λουκ. 1,72  δια να ελεήση έτσι τους πατέρας μας που περιμένουν κάτω εις στον Αδην τον Λυτρωτήν και δια να ενθυμηθή και εκπληρώση την αγίαν διαθήκην του,

Λουκ. 1,73  την ένορκον δηλαδή διαβεβαίωσιν, την οποίαν έκαμεν στον πατέρα μας τον Αβραάμ· να μας δώση και μας αξιώση,

Λουκ. 1,74 χωρίς φόβον και λυτρωμένοι από τους εχθρούς μας, να τον λατρεύωμεν και να τον προσκυνούμεν

Λουκ. 1,75 όλας τας ημέρας της ζωής μας με αγιότητα καρδίας και με ενάρετον βίον.

Λουκ. 1,76  Και συ, παιδίον, θα αναδειχθής και θα ονομασθής προφήτης του Υψίστου. Διότι θα προηγηθής από τον Θεάνθρωπον Λυτρωτήν, δια να προετοιμάσης τους δρόμους του έργου του, δηλαδή να προπαρασκευάσης τας καρδίας των ανθρώπων δια την υποδοχήν του,

Λουκ. 1,77 και να γνωστοποιήσης στον λαόν αυτού την σωτηρίαν, την οποίαν θα τους προσφέρη συγχωρώντας τας αμαρτίας των.

Λουκ. 1,78 Και τούτο όχι δια τα ενάρετα έργα μας, αλλά δια τα γεμάτα άπειρον έλεος και συμπάθειαν σπλάγχνα του Θεού ημών. Και ένεκα ακριβώς αυτής της εσπλαγχνίας μας επεσκέφθη θεία ανατολή από τον ουρανόν, ο ήλιος της δικαιοσύνης, δηλαδή ο Χριστός,

Λουκ. 1,79  δια να φωτίση εκείνους, που απηλπισμένοι δούλοι είναι βυθισμένοι στο σκότος της πλάνης και την σκιαν του πνευματικού θανάτου, να κατευθύνη και να ενισχύη τους πόδας ημών, δια να βαδίσωμεν τον δρόμον, που οδηγεί εις την ειρήνην του Θεού και την αιωνίαν σωτηρίαν”.

Λουκ. 1,80  Το δε παιδίον εμεγάλωνε σωματικώς και εδυνάμωνε ηθικώς και διανοητικώς με τον φωτισμόν και την ενίσχυσιν του Αγίου Πνεύματος. Και έμενεν εις τας ερήμους μέχρι της ημέρας που, σύμφωνα με το θείον σχέδιον, θα ανεδεικνύετο προφήτης και απεσταλμένος του Θεού στον Ισραηλιτικόν λαόν.

 

+

 

 





Γράψτε μας το σχόλιο σας εδώ

Βαθμολόγησε την Ανάρτηση μας

Πόσο χρήσιμη ήταν αυτή η ανάρτηση ;

Αναγνώστες που Βαθμολόγησαν * 0 * / Επιλέξατε την Βαθμολογία * 0 * αστέρι. *Συντακτική Ομάδα theodromion.gr : Ευχαριστούμε που μας στηρίζεται

Δεν υπάρχουν ψηφοφορίες μέχρι τώρα! Γίνετε ο πρώτος που θα αξιολογήσει αυτήν την ανάρτηση

Αν το βρήκες ενδιαφέρον Κοινοποίησε το

Η κοινοποίηση που θα κάνετε μας βοηθάτε να συνεχίσουμε την προσπάθεια μας

Ακολούθησε μας στα social media

Like
Κοινοποίησε την Ανάρτηση μας αν σας φάνηκε ενδιαφέρον

Αφήστε μια απάντηση

Αυτός ο ιστότοπος χρησιμοποιεί το Akismet για να μειώσει τα ανεπιθύμητα σχόλια. Μάθετε πώς υφίστανται επεξεργασία τα δεδομένα των σχολίων σας.

Δές και αυτό
Ο Ιωνάς είναι το αγαπημένο μου βιβλίο από την Παλαιά…
x
error: Ευχαριστούμε