Κυριακή 08 Νοεμβρίου 2020 Απόστολος-Ιερόν Ευαγγέλιο (νεοελληνική) -live Θεία Λειτουργία (Βίντεο ωρα 7:30 πμ)
Last Updated on: 7th Νοέμβριος 2020, 04:49 μμ
Κυριακή 08 Nοεμβρίου 2020
Ἑωθινόν ΙΑ ́
Ἐκ τοῦ κατά Ἰωάννην (κα΄, 14 – 25)
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθείς ἐκ νεκρῶν, καί λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῶ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμανε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν, λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος, βλέπει τὸν Μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ Μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Ἐκεῖνο τόν καιρό, ἀφοῦ ὁ Ἰησοῦς ἀναστήθηκε ἀπό τούς νεκρούς, ἐμφανίστηκε πάλι στούς μαθητές καί λέει στό Σίμωνα Πέτρο: «Σίμων, γιέ τοῦ Ἰωνά, μ’ ἀγαπᾶς περισσότερο ἀπ’ ὅσο αὐτοί ἐδῶ;» «Ναί, Κύριε», τοῦ ἀπαντάει ὁ Πέτρος, «ἐσύ ξέρεις πώς σ’ ἀγαπῶ». Τοῦ λέει τότε: «Βόσκε τ’ ἀρνιά μου». Τόν ρωτάει πάλι γιά δεύτερη φορά: «Σίμων, γιέ τοῦ Ἰωνά, μ’ ἀγαπᾶς;» «Ναί, Κύριε», τοῦ ἀποκρίνεται ἐκεῖνος, «ἐσύ ξέρεις ὅτι σ’ ἀγαπῶ». Τοῦ λέει τότε: «Ποίμαινε τά πρόβατά μου». Τόν ρωτάει γιά τρίτη φορά: «Σίμων, γιέ τοῦ Ἰωνά, μ’ ἀγαπᾶς;» Στενοχωρήθηκε ὁ Πέτρος ποῦ τόν ρώτησε γιά τρίτη φορά «μ’ ἀγαπᾶς;» καί τοῦ ἀπαντάει: «Κύριε, ἐσύ τά ξέρεις ὅλα· ἐσύ ξέρεις ὅτι σ’ ἀγαπῶ». Τοῦ λέει τότε ὁ Ἰησοῦς: «Βόσκε τά πρόβατά μου. Ὅταν ἤσουν νεότερος, ἔδενες τή ζώνη στή μέση σου καί πήγαινες ὅπου ἤθελες ἐσύ· ὅταν ὅμως γεράσεις, σέ βεβαιώνω πώς θ’ ἁπλώσεις τά χέρια σου, καί κάποιος ἄλλος θά σέ ζώσει καί θά σέ πάει ἐκεῖ πού δέ θέλεις». Αὐτό τό εἶπε γιά νά δείξει μέ ποιόν θάνατο θά δόξαζε τό Θεό. Κι ἀφοῦ τό εἶπε αὐτό, τοῦ λέει: «Ἀκολούθησέ με». Γυρίζει τότε ὁ Πέτρος καί βλέπει νά ἀκολουθεῖ κι ὁ μαθητής πού ὁ Ἰησοῦς τόν ἀγαποῦσε, ἐκεῖνος πού στό δεῖπνο εἶχε γείρει στό στῆθος του καί τοῦ εἶχε πεῖ: «Κύριε, ποιός εἶναι αὐτός ποῦ θά σέ παραδώσει;» Ὅταν λοιπόν τόν εἶδε ὁ Πέτρος, λέει στόν Ἰησοῦ: «Κύριε, καί μ’ αὐτόν τί θά γίνει;» Ὁ Ἰησοῦς τοῦ λέει: «Κι ἄν ἐγώ θέλω αὐτός νά μέ περιμένει ὥσπου νά ξανάρθω, τί ἔχει νά κάνει αὐτό μ’ ἐσένα; Ἐσύ ἀκολούθησέ με». Διαδόθηκε, λοιπόν, αὐτός ὁ λόγος στούς ἀδερφούς, ὅτι δηλαδή ὁ μαθητής ἐκεῖνος δέ θά πεθάνει. Ἐνῶ ὁ Ἰησοῦς δέν τοῦ εἶπε πῶς δέ θά πεθάνει, ἀλλά «κι ἄν ἐγώ θέλω αὐτός νά μέ περιμένει ὥσπου νά ξανάρθω, τί ἔχει νά κάνει αὐτό μ’ ἐσένα;» Αὐτός εἶναι ὁ μαθητής πού ἐπιβεβαιώνει αὐτά τά γεγονότα καί πού τά ἔγραψε. Κι ἐμεῖς ξέρουμε πώς λέει τήν ἀλήθεια. Ὑπάρχουν κι ἄλλα πολλά πού ἔκανε ὁ Ἰησοῦς, πού, ἄν γραφτοῦν ἕνα πρός ἕνα, οὔτε ὁ κόσμος ὁλόκληρος δέ θά χωροῦσε, νομίζω, τά βιβλία πού θά ’πρεπε νά γραφτοῦν. Ἀμήν.
ΑΠΟΣΤΟΛΟΣ (Tῶν Ἀσωμάτων)
Πρός Ἑβραίους Ἐπιστολῆς Παύλου (β΄ 2 – 10)
Ἀδελφοί, εἰ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν, διεμαρτύρατο δέ πού τις λέγων· τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα· τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. ἔπρεπε γὰρ αὐτῷ, δι” ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Ἀδελφοί, ἄν ὁ λόγος ποῦ δόθηκε ἄλλοτε μέσω ἀγγέλων, ἀποδείχτηκε ἀληθινός, κι ὅσοι τόν παρέβηκαν ἤ δέν ὑπάκουσαν σ’ αὐτόν, δέχτηκαν τήν τιμωρία ποῦ τούς ἔπρεπε, πῶς εἶναι δυνατόν ἐμεῖς νά ξεφύγουμε, ἄν δέ δώσουμε τήν προσοχή ποῦ ταιριάζει σέ μιά τόσο σπουδαία σωτηρία; Τή σωτηρία αὐτή, πού ἄρχισε νά διακηρύττει ὁ Κύριος, μᾶς τή βεβαίωσαν ὅσοι ἄκουσαν τό λόγο του. Κι ὁ Θεός πρόσθεσε τή μαρτυρία του γι’ αὐτήν, μέ κάθε λογῆς θαυματουργικές ἐνέργειες καί μέ τίς διάφορες δωρεές τῶν χαρισμάτων τοῦ Ἁγίου Πνεύματος, σύμφωνα μέ τό θέλημά του. Τό μελλοντικό κόσμο, γιά τόν ὁποῖο μιλᾶμε, ὁ Θεός δέν τόν ὑπέταξε στούς ἀγγέλους. Ἀντίθετα, ὅπως λέει κάπου ἡ Γραφή, Τί εἶναι ὁ ἄνθρωπος γιά νά τόν σκέφτεσαι; ἤ ὁ υἱός τοῦ ἀνθρώπου γιά νά τόν φροντίζεις; Τόν ἔκανες λίγο κατώτερο ἀπ’ τούς ἀγγέλους, τόν στεφάνωσες μέ δόξα καί τιμή· ὅλα τά ὑπέταξες κάτω ἀπ’ τά πόδια του. Λέγοντας ὅλα τά ὑπέταξες σ’ αὐτόν, ἐννοεῖ πώς τίποτε δέν ἄφησε πού νά μήν τό ὑποτάξει σ’ αὐτόν. Ὡς τώρα ὅμως δέ βλέπουμε νά εἶναι ὅλα ὑποταγμένα σ’ αὐτόν. Βλέπουμε ὅμως ὅτι ὁ Ἰησοῦς, πού ἔγινε γιά ἕνα χρονικό διάστημα κατώτερος ἀπ’ τούς ἀγγέλους, στεφανώθηκε μέ δόξα καί τιμή ἐξαιτίας τοῦ θανάτου του. Γιατί ἡ χάρη τοῦ Θεοῦ θέλησε αὐτός νά γευτεῖ τό θάνατο γιά τό καλό ὅλων. Ὁ Θεός, λοιπόν, ἡ ἀρχή καί ὁ σκοπός τῶν πάντων, ἐνῶ ὁδήγησε πολλούς υἱούς στή δόξα, ἔπρεπε μέ τό πάθος νά ὁδηγήσει τό χορηγό τῆς σωτηρίας τους στήν ὁλοκλήρωση τοῦ ἔργου του.
ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατά Λουκᾶν (η ́41 – 56)
Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ, ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ρύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵματος αὐτῆς. Καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; Ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ. Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. Ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· ἡ παῖς, ἐγείρου. Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτοῖς. Ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Τόν καιρό ἐκεῖνο, ἦρθε κάποιος πού τόν ἔλεγαν Ἰάειρο καί ἦταν ἄρχοντας τῆς συναγωγῆς. Αὐτός ἔπεσε στά πόδια τοῦ Ἰησοῦ καί τόν παρακαλοῦσε νά πάει στό σπίτι του, γιατί εἶχε μιά μοναχοκόρη δώδεκα χρόνων, πού ἦταν ἑτοιμοθάνατη. Τήν ὥρα πού ὁ Ἰησοῦς βάδιζε πρός τό σπίτι, τά πλήθη τόν περιέβαλλαν ἀσφυκτικά. Κάποια γυναίκα, πού ὑπέφερε ἀπό αἱμορραγία δώδεκα χρόνια καί εἶχε ξοδέψει ὅλη της τήν περιουσία στούς γιατρούς, χωρίς κανένας νά μπορέσει νά τήν κάνει καλά, πῆγε πίσω ἀπό τόν Ἰησοῦ, ἄγγιξε τήν ἄκρη τοῦ ρούχου του, κι ἀμέσως ἡ αἱμορραγία της σταμάτησε. Τότε ὁ Ἰησοῦς εἶπε: «Ποιός μέ ἄγγιξε;» Ἐνῶ ὅλοι ἀρνιοῦνταν, ὁ Πέτρος καί ὅσοι ἦταν μαζί του ἔλεγαν: «Διδάσκαλε, οἱ ὄχλοι ἔχουν στριμωχτεῖ κοντά σου καί σέ πιέζουν κι ἐσύ λές ποιός μέ ἄγγιξε;» Ὁ Ἰησοῦς ὅμως εἶπε: «Κάποιος μέ ἄγγιξε, γιατί ἐγώ ἔνιωσα νά βγαίνει ἀπό μένα δύναμη». Μόλις ἡ γυναίκα εἶδε ὅτι δέν ξέφυγε τήν προσοχή του, ἦρθε τρέμοντας κι ἔπεσε στά πόδια του καί μπροστά σ’ ὅλο τόν κόσμο τοῦ εἶπε γιά ποιά αἰτία τόν ἄγγιξε κι ὅτι εἶχε γιατρευτεῖ ἀμέσως. Ἐκεῖνος τῆς εἶπε: «Θάρρος, κόρη μου, ἡ πίστη σου σέ ἔσωσε· πήγαινε στό καλό». Ἐνῶ ὁ Ἰησοῦς ἀκόμα μιλοῦσε, ἦρθε κάποιος ἀπό τό σπίτι τοῦ ἄρχοντα τῆς συναγωγῆς καί τοῦ λέει: «Ἡ κόρη σου πέθανε· μήν ἐνοχλεῖς πιά τό δάσκαλο». Ὅταν τό ἄκουσε ὁ Ἰησοῦς, τοῦ εἶπε: «Ἐσύ μή φοβᾶσαι, μόνο πίστευε, καί θά σωθεῖ». Φτάνοντας στό σπίτι, δέν ἄφησε κανέναν νά μπεῖ μέσα μαζί του, ἐκτός ἀπό τόν Πέτρο, τόν Ἰωάννη καί τόν Ἰάκωβο, καθώς καί τόν πατέρα καί τή μητέρα τοῦ κοριτσιοῦ. Ὅλοι ἔκλαιγαν καί τή θρηνολογοῦσαν. Ὁ Ἰησοῦς ὅμως τούς εἶπε: «Μήν κλαῖτε· δέν πέθανε, ἀλλά κοιμᾶται». Ἐκεῖνοι τόν περιγελοῦσαν, βέβαιοι πώς εἶχε πεθάνει. Ὁ Ἰησοῦς, ἀφοῦ τούς ἔβγαλε ὅλους ἔξω, ἐπίασε τό κορίτσι ἀπό τό χέρι καί τοῦ εἶπε δυνατά: «Κορίτσι, σήκω!» Τό πνεῦμα της ἐπέστρεψε κι αὐτή ἀμέσως σηκώθηκε. Ὁ Ἰησοῦς τότε διέταξε νά τῆς δώσουν νά φάει. Οἱ γονεῖς της ἔμειναν κατάπληκτοι. Ἐκεῖνος ὅμως τούς εἶπε νά μήν ποῦν σέ κανέναν τί εἶχε γίνει.
Παρακολουθήστε την Θεία Λειτουργία σε Πραγματικό Χρόνο την Κυριακή 08 Νοεμβρίου 2020 και ώρα 7:30 π.μ. από την Ιερά Βασιλική και Σταυροπηγιακή Μονή Παναγίας Κύκκου Κύπρου
Κάνε εγγραφή εδώ ==>
Εγγραφείτε στο κανάλι μας