Κατά Ματθαίον Ευαγγέλιον

Κατά Ματθαίον Ευαγγέλιον: Κεφάλαιον Εικοστό Έκτον 26.1-26.75 (Αρχαίο-Νεοελληνικά) (Βιντεο)

Κοινοποίησε την Ανάρτηση μας αν σας φάνηκε ενδιαφέρον
Χρόνος Ανάγνωσης 15 Λεπτά
Listen to this article
0
(0)

Last Updated on: 15th Ιανουάριος 2020, 01:43 μμ

 Κατά Ματθαίον Ευαγγέλιον

Κεφάλαιον Εικοστό Έκτον 26.1-26.75

(Αρχαίο-Νεοελληνικά)

 

Απόφαση θανάτωσης του Ιησού

(Μκ 14,1-2. Λκ 22,1-2. Ιω 11,45-53)

 

Ματθ. 26.1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ᾽Ιησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ,

Ματθ. 26.2 Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.

Ματθ. 26.3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,

Ματθ. 26.4 καὶ συνεβουλεύσαντο ἵνα τὸν ᾽Ιησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν·

Ματθ. 26.5 ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.

 

 

Η χρίση του Ιησού με μύρο

(Μκ 14,3-9. Ιω 12,1-8)

 

Ματθ. 26.6 Τοῦ δὲ ᾽Ιησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,

Ματθ. 26.7 προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.

Ματθ. 26.8 ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη;

Ματθ. 26.9 ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.

Ματθ. 26.10 γνοὺς δὲ ὁ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ·

Ματθ. 26.11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·

Ματθ. 26.12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.

Ματθ. 26.13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.

 

 

Ο Ιούδας αποφασίζει να προδώσει τον Ιησού

(Μκ 14,10-11. Λκ 22,3-6)

 

Ματθ. 26.14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος ᾽Ιούδας ᾽Ισκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς

Ματθ. 26.15 εἶπεν, Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.

Ματθ. 26.16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.

 

 

Ετοιμασία για το Πάσχα

(Μκ 14,12-16. Λκ 22,7-13)

 

Ματθ. 26.17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ ᾽Ιησοῦ λέγοντες, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;

Ματθ. 26.18 ὁ δὲ εἶπεν, ῾Υπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ, ῾Ο διδάσκαλος λέγει, ῾Ο καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.

Ματθ.26.19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ ᾽Ιησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.

 

 

Ο Μυστικός Δείπνος και η καθιέρωση της Θείας Ευχαριστίας

(Μκ 14,17-26. Λκ 22,14-23)

 

Ματθ. 26.20 ᾽Οψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.

Ματθ. 26.21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν, ᾽Αμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.

Ματθ. 26.22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος, Μήτι ἐγώ εἰμι, κύριε;

Ματθ. 26.23 ὁ δὲ ἀποκριθεὶς εἶπεν, ῾Ο ἐμβάψας μετ᾽ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει.

Ματθ. 26.24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.

Ματθ. 26.25 ἀποκριθεὶς δὲ ᾽Ιούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν, Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ, Σὺ εἶπας.

Ματθ. 26.26 ᾽Εσθιόντων δὲ αὐτῶν λαβὼν ὁ ᾽Ιησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν, Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου.

Ματθ. 26.27 καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων,

Ματθ. 26.28 Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Ματθ. 26.29 λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.

Ματθ. 26.30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ῎Ορος τῶν ᾽Ελαιῶν.

 

 

Η πρόρρηση της άρνησης του Πέτρου

(Μκ 14,27-31. Λκ 22,31-34. Ιω 13,36-38)

 

Ματθ. 26.31 Τότε λέγει αὐτοῖς ὁ ᾽Ιησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·

Ματθ. 26.32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.

Ματθ. 26.33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.

Ματθ. 26.34 ἔφη αὐτῷ ὁ ᾽Ιησοῦς, ᾽Αμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.

Ματθ. 26.35 λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.

 

 

Η προσευχή στη Γεθσημανή 

(Μκ 14,32-42. Λκ 22,39-46)

 

Ματθ. 26.36 Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ ᾽Ιησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ ἕως ἂν ἀπελθὼν ἐκεῖ προσεύξωμαι.

Ματθ. 26.37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.

Ματθ. 26.38 τότε λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ.

Ματθ. 26.39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ.

Ματθ. 26.40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ;

Ματθ. 26.41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.

Ματθ. 26.42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.

Ματθ. 26.43 καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.

Ματθ. 26.44 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν.

Ματθ. 26.45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε; ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.

Ματθ. 26.46 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.

 

 

Η προδοσία και η σύλληψη του Ιησού

(Μκ 14,43-52. Λκ 22,47-53. Ιω 18,1-11)

 

Ματθ. 26.47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ᾽Ιούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.

Ματθ. 26.48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν.

Ματθ. 26.49 καὶ εὐθέως προσελθὼν τῷ ᾽Ιησοῦ εἶπεν, Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν.

Ματθ. 26.50 ὁ δὲ ᾽Ιησοῦς εἶπεν αὐτῷ, Ἑταῖρε, ἐφ᾽ ᾧ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ᾽Ιησοῦν καὶ ἐκράτησαν αὐτόν.

Ματθ. 26.51 καὶ ἰδοὺ εἷς τῶν μετὰ ᾽Ιησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.

Ματθ. 26.52 τότε λέγει αὐτῷ ὁ ᾽Ιησοῦς, ᾽Απόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται.

Ματθ. 26.53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; 26.54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;

Ματθ. 26.55 ᾽Εν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ ᾽Ιησοῦς τοῖς ὄχλοις, ῾Ως ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με.

Ματθ. 26.56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.

 

 

Ο Ιησούς στο μεγάλο συνέδριο

(Μκ 14,53-65. Λκ 22,54-55. 63-71. Ιω 18,12-14. 19-24)

 

Ματθ. 26.57 Οἱ δὲ κρατήσαντες τὸν ᾽Ιησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.

Ματθ. 26.58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.

Ματθ. 26.59 οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ᾽Ιησοῦ ὅπως αὐτὸν θανατώσωσιν,

Ματθ. 26.60 καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες

Ματθ. δύο 26.61 εἶπαν, Οὗτος ἔφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι.

Ματθ. 26.62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;

Ματθ. 26.63 ὁ δὲ ᾽Ιησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, ᾽Εξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.

Ματθ. 26.64 λέγει αὐτῷ ὁ ᾽Ιησοῦς, Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.

Ματθ. 26.65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων, ᾽Εβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν·

Ματθ. 26.66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν, ῎Ενοχος θανάτου ἐστίν.

Ματθ. 26.67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν

Ματθ. 26.68 λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;

 

 

Η άρνηση και η μετάνοια του Πέτρου

(Μκ 14,66-72. Λκ 22,54-62. Ιω 18,15-18. 25-27)

 

Ματθ. 26.69 ῾Ο δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, Καὶ σὺ ἦσθα μετὰ ᾽Ιησοῦ τοῦ Γαλιλαίου.

Ματθ. 26.70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, Οὐκ οἶδα τί λέγεις.

Ματθ. 26.71 ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ, Οὗτος ἦν μετὰ ᾽Ιησοῦ τοῦ Ναζωραίου.

Ματθ. 26.72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.

Ματθ. 26.73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, ᾽Αληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.

Ματθ. 26.74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.

Ματθ. 26.75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος ᾽Ιησοῦ εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

 

+

 

Αποτέλεσμα εικόνας για κατα ματθαιον ευαγγελιο

 Κατά Ματθαίον Ευαγγέλιον

 Κεφάλαιον Εικοστό Πέμπτον 25.1-25.46

Μετάφραση στην Νεοελληνική

 

 

Απόφαση θανάτωσης του Ιησού

(Μκ 14,1-2. Λκ 22,1-2. Ιω 11,45-53)

 

Ματθ. 26,1  Και όταν ετελείωσε ο Ιησούς όλους αυτούς τους λόγους, είπε προς τους μαθητάς του·

Ματθ. 26,2  “γνωρίζετε ότι έπειτα από δύο ημέρας γίνεται η εορτή του πάσχα και ο υιός του ανθρώπου θα παραδοθή δια να σταυρωθή”.

Ματθ. 26,3  Τοτε οι αρχιερείς και οι γραμματείς και οι προεστοί του λαού, που συμμετείχαν στο Μεγάλο Συνέδριον, συγκεντρώθηκαν εις την οικίαν του αρχιερέως, ο οποίος ωνομάζετο Καϊάφας.

Ματθ. 26,4   Και κατόπιν συσκέψεως απεφάσισαν ομοφώνως να συλλάβουν με δόλον τον Ιησούν και να τον φονεύσουν.

Ματθ. 26,5  Είπαν δε μεταξύ των, να μη τον συλλάβουν κατά την εορτήν του πάσχα, δια να μη γίνη θόρυβος και αναταραχή στον λαόν.

 

 

Η χρίση του Ιησού με μύρο

(Μκ 14,3-9. Ιω 12,1-8)

 

Ματθ. 26,6  Οταν δε ο Ιησούς ήλθε εις την Βηθανίαν, εις την οικίαν Σιμωνος του λεπρού,

Ματθ. 26,7  προσήλθε εις αυτόν μία γυναίκα με ένα δοχείον από αλάβαστρον γεμάτο από μύρον πολύτιμον και έχυνε αυτό άφθονον εις την κεφαλήν του, καθώς αυτός είχε καθίσει εις την τράπεζαν του φαγητού.

Ματθ. 26,8 Οι δε μαθηταί, όταν είδαν τούτο, ηγανάκτησαν και έλεγαν· “διατί χάνεται ματαίως το πολύτιμον αυτό μύρον;

Ματθ. 26,9 Διότι θα ημπορούσε αυτό να πωληθή αντί πολλών χρημάτων και να δοθή το αντίτιμον στους φτωχούς”.

Ματθ. 26,10 Ο Ιησούς όμως αντελήφθη την δυσφορίαν των και τους είπε· “διατί στενοχωρείτε την γυναίκα; Διότι αυτή έκαμε εις εμέ ένα καλόν και αξιέπαινον έργον.

Ματθ. 26,11 Διότι τους πτωχούς τους έχετε πάντοτε μαζή σας και ημπορείτε, οπόταν θέλετε να τους βοηθήτε, εμέ όμως δεν θα με έχετε πάντοτε μαζή σας.

Ματθ. 26,12  Διότι αυτή η γυναίκα, που έχυσε το μύρον τούτο στο σώμα μου, το έκαμε σαν προετοιμασίαν δια τον ενταφιασμόν μου.

Ματθ. 26,13 Σας διαβεβαιώνω δε, ότι οπουδήποτε και αν κυρηχθή το ευαγγέλιον τούτο-και θα κηρυχθή εις όλον τον κόσμον-θα διαλαληθή επίσης και αυτό που έκαμε σήμερον αυτή εις αλησμόνητον ανάμνησίν της”. (Καθε προσφορά, που γίνεται προς τον Κυριον από ευλαβή και αφωσιωμένην καρδίαν, αποκτά αιωνίαν αξίαν).

 

 

Ο Ιούδας αποφασίζει να προδώσει τον Ιησού 

(Μκ 14,10-11. Λκ 22,3-6)

 

Ματθ. 26,14  Τοτε ένας από τους δώδεκα, ο λεγόμενος Ιούδας Ισκαριώτης, επήγε προς τους αρχιερείς και είπε·

Ματθ. 26,15 “τι θέλετε να μου δώσετε και εγώ θα σας τον παραδώσω;” Εκείνοι δε του εμέτρησαν τριάκοντα αργυρά νομίσματα.

Ματθ. 26,16 Και από τότε εζητούσε ευκαιρίαν, δια να τον παραδώση (σύμφωνα με τας οδηγίας των αρχιερέων).

 

 

Ετοιμασία για το Πάσχα

(Μκ 14,12-16. Λκ 22,7-13)

 

Ματθ. 26,17  Κατά δε την παραμονήν του πάσχα, η οποία ελέγετο και πρώτη ημέρα του πάσχα, διότι ετοίμαζαν οι Εβραίοι τα άζυμα, ήλθαν οι μαθηταί προς τον Ιησούν λέγοντες· “που θάλεις να σου ετοιμάσωμεν, δια να φάγης το πάσχα;”

Ματθ. 26,18  Ο δε Ιησούς είπεν· “πηγαίνετε εις την πόλιν προς τον δείνα και ειπέτε του· ο διδάσκαλος λέγει· Ο καιρός μου δια να τελειώσω το έργον μου πλησιάζει. Εις το σπίτι σου απόψε, παραμονήν του εβραϊκού πάσχα, θα εορτάσω μαζή με τους μαθητάς μου το νέον πάσχα”.

Ματθ. 26,19 Και έκαμαν οι μαθηταί, όπως ο Ιησούς τους είχε οδηγήσει και ετοίμασαν τα κατά το πάσχα.

 

 

Ο Μυστικός Δείπνος και η καθιέρωση της Θείας Ευχαριστίας

(Μκ 14,17-26. Λκ 22,14-23)

 

Ματθ. 26,20  Οταν δε ήλθε η εσπέρα, ο Κυριος μαζή με τους δώδεκα εξάπλωσε κοντά στο τραπέζι σύμφωνα με την συνήθειαν που είχαν τότε οι άνθρωποι να κάθωνται κατά το φάγητον.

Ματθ. 26,21 Και καθώς έτρωγαν είπε· “σας διαβεβαιώνω, ότι ένας από σας θα με προδώση”.

Ματθ. 26,22 Εκείνοι ελυπήθηκαν παρά πολύ και ήρχισαν να λέγουν ο καθένας δια τον εαυτόν του· “μήπως είμαι εγώ, Κυριε;”

Ματθ. 26,23 Ο δε Κυριος απεκρίθη· “Εκείνος που εβούτηξε μαζή μου το χέρι στον ζωμόν του πιάτου, αυτός θα με παραδώση.

Ματθ. 26,24 Ο μεν υιός του ανθρώπου απέρχεται από την ζωήν αυτήν, όπως ακριβώς είναι γραμμένο εις την Αγίαν Γραφήν περί αυτού· αλλοίμονον όμως στον άνθρωπον εκείνον, δια του οποίου ο υιός του ανθρώπου παραδίδεται· προτιμότερον θα ήτο δι’ αυτόν να μη είχε γεννηθή ο άνθρωπος εκείνος”.

Ματθ. 26,25 Ελαβε δε τον λόγον ο Ιούδας, ο οποίος και τον παρέδωσε, και είπε· “μήπως είμαι εγώ, διδάσκαλε;” Απήντησε εις αυτόν ο Ιησούς· “Συ είπες, ότι είσαι συ”. (φράσις που σημαίνει· Το είπες μόνος σου, όπως είπες, έτσι είναι· συ πράγματι είσαι αυτός που θα με παραδώση).

Ματθ. 26,26 Ενώ δε αυτοί έτρωγαν, επήρε ο Ιησούς τον άρτον και αφού ευχαρίστησε τον έκοψε εις τεμάχια και έδιδε στους μαθητάς και είπε· “λάβετε φάγετε· τούτο είναι το σώμα μου”.

Ματθ. 26,27  Και αφού επήρε το ποτήριον και ηυχαρίστησε έδωκε αυτό στους μαθητάς και είπε· “πίετε από αυτό όλοι,

Ματθ. 26,28  διότι τούτο είναι το αίμά μου, με το οποίον επικυρώνεται η νέα διαθήκη και το οποίον χύνεται δια την συγχώρησιν των αμαρτιών και την σωτηρίαν πολλών.

Ματθ. 26,29  Σας λέγω δε ότι δεν θα ξαναπιώ από το προϊόν αυτό της αμπέλου από την στιγμήν αυτήν και μέχρι της ημέρας εκείνης, όταν εις την ατελείωτον χαράν της βασιλείας του Πατρός μου θα το πίνω μαζή σας νέον, πνευματικόν και χαροποιόν”.

Ματθ. 26,30  Και αφού έψαλαν ύμνους, εξήλθαν στο όρος των Ελαιών. Τοτε λέγει προς αυτούς ο Ιησούς·

 

 

Η πρόρρηση της άρνησης του Πέτρου

(Μκ 14,27-31. Λκ 22,31-34. Ιω 13,36-38)

 

Ματθ. 26,31 “όλοι σεις κατά την νύκτα αυτήν θα σκανδαλισθήτε και θα κλονισθή η πίστις σας προς εμέ. Διότι έτσι έχει γραφή εις την Παλαιάν Διαθήκην· Με την ιδικήν μου συγκατάθεσιν θα κτυπηθή ο ποιμήν, δηλαδή εγώ, και θα διασκορπισθούν τα πρόβατα του ποιμνίου, δηλαδή σεις.

Ματθ. 26,32 Οταν όμως αναστηθώ, θα σας προϋπαντήσω εις την Γαλιλαίαν, όπου και θα συναντηθώμεν”.

Ματθ. 26,33 Ο Πετρος όμως αποκριθείς του είπε· “εάν όλοι θα σκανδαλισθούν δ’ όσα θα συμβούν εις σε, εγώ όμως ποτέ δεν θα σκανδαλισθώ”.

Ματθ. 26,34  Είπε εις αυτόν ο Ιησούς· “σε διαβεβαιώνω, ότι αυτήν την νύκτα, πριν ο πετεινός λαλήση, συ θα έχης κλονισθή τόσον πολύ, ώστε τρεις φορές θα με έχης αρνηθή”.

Ματθ. 26,35   Λεγει εις αυτόν ο Πετρος· “και αν ακόμη χρειασθή να αποθάνω μαζή σου, δεν θα σε απαρνηθώ”. Και όλοι οι μαθηταί τα ίδια και παρόμοια έλεγαν.

 

 

Η προσευχή στη Γεθσημανή 

(Μκ 14,32-42. Λκ 22,39-46)

 

Ματθ. 26,36  Τοτε έρχεται μαζή με αυτούς ο Ιησούς εις μίαν περιοχήν, που ελέγετο Γεθσημανή, και λέγει στους μαθητάς· “καθήστε εδώ και περιμένετε, έως ότου υπάγω και προσευχηθώ εκεί”.

Ματθ. 26,37  Και αφού επήρε μαζή του τον Πετρον και τους δύο υιούς του Ζεβεδαίου, ήρχισε να λυπήται και να καταλαμβάνεται από μεγάλην στενοχωρίαν.

Ματθ. 26,38 Τοτε λέγει εις αυτούς ο Ιησούς· “πλημμυρισμένη από βαθυτάτην λύπην είναι η ψυχή μου, ώστε κινδυνεύω να αποθάνω από αυτήν. Μείνατε εδώ και αγρυπνήστε μαζή μου”.

Ματθ. 26,39  Και αφού επροχώρησε ολίγον, έπεσε με το πρόσωπον αυτού καταγής προσευχόμενος και λέγων· “Πατερ μου, αν είναι δυνατόν, ας περάση από εμέ το ποτήριον τούτο. Πλην όμως ας μη γίνη όπως θέλω εγώ, αλλά όπως θέλεις συ”.

Ματθ. 26,40 Και έρχεται στους μαθητάς και τους ευρίσκει να κοιμώνται και λέγει στον Πετρον· “έτσι λοιπόν σεις που προ ολίγου είπατε ότι και την ζωήν σας θα εθυσιάζετε δι’ εμέ, δεν ημπορέσατε ούτε μίαν ώρα να αγρυπνήσετε μαζή μου!

Ματθ. 26,41 Αγρυπνείτε και προσεύχεσθε, δια να μη περιπέσετε εις πειρασμόν, που θα σας βυθίση εις την άρνησιν· το μεν πνεύμα είναι πρόθυμον και έχει αγαθήν διάθεσιν, αλλ’ η ανθρωπίνη σαρξ είναι ασθενής”.

Ματθ. 26,42  Και πάλιν δευτέραν φορά απήλθε και προσηυχήθη λέγων· “πάτερ μου, εάν δεν είναι δυνατόν να παρέλθη από εμέ αυτό το ποτήριον και οπωσθήποτε πρέπει να το πίω, δια την σωτηρίαν των ανθρώπων, ας γίνη το θέλημά σου”.

Ματθ. 26,43  Και ήλθεν πάλιν προς τους μαθητάς του και τους εύρε να κοιμώνται, διότι τα μάτια των ήσαν βαρειά από την νύστα.

Ματθ. 26,44  Και αφήσας αυτούς επήγε πάλιν και προσευχήθη τρίτην φοράν και είπε τα ίδια λόγια προς τον Πατέρα.

Ματθ. 26,45 Τοτε έρχεται προς τους μαθητάς αυτού και τους λέγει· “κοιμάσθε, λοιπόν, και αναπαύεσθε! Ιδού έφθασεν η ώρα και ο υιός του ανθρώπου παραδίδεται εις χέρια αμαρτωλών.

Ματθ. 26,46  Σηκωθήτε, πηγαίνομεν· ιδού επλησίασε αυτός, που πρόκειται να με παραδώση”.

 

 

Η προδοσία και η σύλληψη του Ιησού

(Μκ 14,43-52. Λκ 22,47-53. Ιω 18,1-11)

 

Ματθ. 26,47 Και ενώ ακόμη αυτός ωμιλούσε, ιδού ο Ιούδας, ένας από τους δώδεκα, ήλθε, και μαζή με αυτόν πολύς όχλος, όλοι ωπλισμένοι με μαχαίρια και ξύλα, σταλμένοι από τους αρχιερείς και πρεσβυτέρους του λαού.

Ματθ. 26,48  Εκείνος δε που θα τον παρέδιδε, ο Ιούδας, είχε δώσει εις αυτούς σημείον λέγων· “εκείνον που θα φιλήσω, αυτός είναι ο Ιησούς· να τον συλλάβετε”.

Ματθ. 26,49  Και αμέσως επλησίασε τον Ιησούν και είπε· “χαίρε, διδάκαλε”, και με υποκριτικήν εγκαρδιότητα τον εφίλησε πολλές φορές.

Ματθ. 26,50  Ο δε Ιησούς είπεν εις αυτόν· “φίλε, σκέψου, δια ποίον έργον έχεις έλθει εδώ;” Τοτε επλησίασαν οι άλλοι, έβαλαν τα χέρια των επάνω στον Ιησούν και τον συνέλαβαν.

Ματθ. 26,51  Και ιδού ένας από εκείνους που ήταν μαζή με τον Ιησούν, άπλωσε το χέρι, ετράβηξε το μαχαίρι του, εκτύπησε τον δούλον του αρχιερέως και του έκοψε το αυτί.

Ματθ. 26,52 Τοτε λέγει εις αυτόν ο Ιησούς· “βάλε το μαχαίρι σου πίσω εις την θέσιν του· διότι όσοι επήραν μαχαίρι εναντίον του πλησίον των, θα πεθάνουν με μαχαίρι.

Ματθ. 26,53 Η νομίζεις ότι δεν μπορώ εγώ αυτήν την στιγμήν να παρακαλέσω τον Πατέρα μου και να παρατάξη ολογυρά μου περισσοτέρας από δώδεκα λεγεώνας αγγέλων;

Ματθ. 26,54 Εάν όμως κάτι τέτοιο γίνη, πως θα πραγματοποιηθούν αι Γραφαί, αι οποίαι προλέγουν ότι έτσι πρέπει να συμβούν τα γεγονότα;”

Ματθ. 26,55 Εκείνην την ώρα είπεν ο Ιησούς προς τους όχλους· “σαν να ήμουν ληστής, εβγήκατε με μαχαίρια και ρόπαλα να με συλλάβετε· κάθε ημέραν εκαθόμουν κοντά σας διδάσκων στον ναόν και δεν με επιάσατε.

Ματθ. 26,56 Αλλά αυτό όλο έγινε, δια να εκπληρωθούν όλα όσα έγραψαν οι προφήται”. (Η ενοχή εκείνων μένει, διότι εν επιγνώσει ενήργησαν κατά του αθώου. Η δε Γραφή τα προείπε διότι θα εγίνοντο, και δεν έγιναν διότι τα προείπε η Γραφή). Τοτε οι μαθηταί όλοι τον αφήκαν και έφυγαν.

 

 

Ο Ιησούς στο μεγάλο συνέδριο

(Μκ 14,53-65. Λκ 22,54-55. 63-71. Ιω 18,12-14. 19-24)

 

Ματθ. 26,57  Εκείνοι δε αφού επιασαν τον Ιησούν, τον έφεραν στον Καϊάφαν, τον αρχιερέα, όπου οι γραμματείς και οι πρεσβύτεροι συνεκεντρώθησαν

Ματθ. 26,58  Ο δε Πετρος τον ακολουθούσε από μακρυά έως την αυλήν του αρχιερέως και εισελθών εκάθισε μέσα μαζή με τους υπηρέτας, δια να ιδή ποίον τέλος θα είχε αυτή η υπόθεσις.

Ματθ. 26,59  Οι δε αρχιερείς και οι πρεσβύτεροι και όλα τα μέλη του συνεδρίου, που ήσαν παρόντα, εζητούσαν ψευδομαρτυρίαν εναντίον του Ιησού, δια να τον καταδικάσουν εις θάνατον

Ματθ. 26,60  και δεν ευρήκαν. Μολονότι δε πολλοί ψευδομάρτυρες είχαν προσέλθει να καταθέσουν, δεν ευρήκαν καμμίαν αληθοφανή ψευδομαρτυρίαν. Υστερον δε προσελθόντες δύο ψευδομάρτυρες

Ματθ. 26,61 κατέθεσαν· “αυτός είπε· ημπορώ να κρημνίσω τον ναόν του Θεού και εις τρεις ημέρας να τον οικοδομήσω πάλιν”.

Ματθ. 26,62   Και εγερθείς ο αρχιερεύς είπεν εις αυτόν· “Τιποτε δεν αποκρίνεσαι; Τι καταθέτουν αυτοί εις βάρος σου;”

Ματθ. 26,63  Ο δε Ιησούς εσιωπούσε. Και λαβών τον λόγον ο αρχιερεύς είπε εις αυτόν· “σε ορκίζω στον Θεόν τον ζώντα να μας είπης εάν συ είσαι ο Χριστός, ο Μεσσίας, ο Υιός του Θεού”.

Ματθ. 26,64  Λεγει εις αυτόν ο Ιησούς· “το είπες συ, και όπως είπες είναι, ότι είμαι ο Χριστός, ο Υιός του Θεού· πλην όμως σας λέγω τούτο, από τώρα θα δήτε τον υιόν του ανθρώπου να κάθεται, ως Θεάνθρωπος που είναι, εκ δεξιών του παντοδυνάμου Θεού και να έρχεται επάνω εις τας νεφέλας του ουρανού”.

Ματθ. 26,65 Τοτε ο αρχιερεύς, από αγανάκτησιν τάχα καληφθείς, έσχισε, σύμφωνα με την συνήθειαν που επικρατούσε, τα ενδύματά του λέγων ότι “ο Χριστός εβλασφήμησε. Τι μας χρειάζονται πλέον οι μάρτυρες; Ιδού όλοι σας ηκούσατε την βλασφημίαν του.

Ματθ. 26,66 Λοιπόν τι γνώμην έχετε;” Εκείνοι δε αποκριθέντες όλοι μαζή είπαν· “είναι ένοχος να καταδικασθή εις θάνατον”.

Ματθ. 26,67 Τοτε έπτυσαν αυτόν στο πρόσωπον και τον εκτύπησαν στον τράχηλον, άλλοι δε τον ερράπισαν

Ματθ. 26,68  λέγοντες· “προφήτευσε σε μας, Χριστέ, ποιός είναι εκείνος που σε κτύπησε;”

 

 

Η άρνηση και η μετάνοια του Πέτρου

(Μκ 14,66-72. Λκ 22,54-62. Ιω 18,15-18. 25-27)

 

Ματθ. 26,69  Ο δε Πετρος εκάθητο έξω εις την αυλήν και τον επλησίασε εκεί μία μικρά δούλη, η οποία του είπε· “και συ ήσουν μαζή με τον Ιησούν τον Γαλιλαίον”.

Ματθ. 26,70   Αυτός δε ηρνήθη εμπρός εις όλους εκείνους λέγων· “δεν ξέρω τι λες”.

Ματθ. 26,71 Οταν δε εξήλθε εις την θολωτήν μεγάλην πόρτα της αυλής, τον είδε μία άλλη δούλη και είπεν εις αυτούς· “εκεί και αυτός ήτο μαζή με τον Ιησούν τον Ναζωραίον”.

Ματθ. 26,72  Και πάλιν ηρνήθη με όρκον ότι “δεν γνωρίζω τον άνθρωπον”.

Ματθ. 26,73  Επειτα από ολίγον επλησίασαν τον Πετρον εκείνοι, που εστέκοντο εις την αυλήν και του είπαν· “χωρίς αμφιβολίαν και συ είσαι ένας από αυτούς, διότι και η προφορά σου σε φανερώνει”.

Ματθ. 26,74 Τοτε ήρχισε αυτός να καταριέται και να ορκίζεται ότι· “δεν γνωρίζω τον άνθρωπον”. Και αμέσως ελάλησε ο πετεινός.

Ματθ. 26,75  Τοτε εθυμήθηκε ο Πετρος τον λόγον του Ιησού, ο όποιος του είχε πη· “πριν αλέκτωρ λαλήσει τρεις φορές συ θα με απαρνηθής”. Και εξελθών έξω από την αυλήν έκλαυσε πικρά δια το βαρύ αμάρτημά του.

 

 

 

 

 

ΔΙΑΒΑΣΤΕ ΟΛΑ ΤΑ ΚΕΦΑΛΑΙΑ 01-28

Κατα Ματθαιον Ευαγγελιον

==> πατηστε ΕΔΩ <==

 

 

< Πορευθέντες λοιπόν μαθητεύσατε πάντα τα έθνη >

 





Γράψτε μας το σχόλιο σας εδώ

Βαθμολόγησε την Ανάρτηση μας

Πόσο χρήσιμη ήταν αυτή η ανάρτηση ;

Αναγνώστες που Βαθμολόγησαν * 0 * / Επιλέξατε την Βαθμολογία * 0 * αστέρι. *Συντακτική Ομάδα theodromion.gr : Ευχαριστούμε που μας στηρίζεται

Δεν υπάρχουν ψηφοφορίες μέχρι τώρα! Γίνετε ο πρώτος που θα αξιολογήσει αυτήν την ανάρτηση

Αν το βρήκες ενδιαφέρον Κοινοποίησε το

Η κοινοποίηση που θα κάνετε μας βοηθάτε να συνεχίσουμε την προσπάθεια μας

Ακολούθησε μας στα social media

Like
Κοινοποίησε την Ανάρτηση μας αν σας φάνηκε ενδιαφέρον

Αφήστε μια απάντηση

Αυτός ο ιστότοπος χρησιμοποιεί το Akismet για να μειώσει τα ανεπιθύμητα σχόλια. Μάθετε πώς υφίστανται επεξεργασία τα δεδομένα των σχολίων σας.

Δές και αυτό
Κατά Ματθαίον Ευαγγέλιον: Κεφάλαιον Εικοστό Πέμπτον 25.1-25.46 (Αρχαίο-Νεοελληνικά) Η παραβολή…
x
error: Ευχαριστούμε